Add parallel Print Page Options

Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον [a]καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ [b]ἐγένετο στίλβοντα λευκὰ [c]λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται [d]οὕτως λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν [e]τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί [f]ἀποκριθῇ, [g]ἔκφοβοι γὰρ ἐγένοντο. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ [h]ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [i]ἀκούετε αὐτοῦ. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον [j]ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.

[k]Καὶ καταβαινόντων αὐτῶν [l]ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [m]ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ [n]ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον [o]ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ [p]ἐξουδενηθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα [q]ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:2 καὶ WH Treg RP ] + τὸν NIV
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 ἐγένετο WH NIV ] ἐγένοντο Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 λίαν WH Treg NIV ] + ὡς χιών RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:3 οὕτως WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:5 τρεῖς σκηνάς WH Treg NIV ] σκηνὰς τρεῖς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἀποκριθῇ WH Treg NIV ] λαλήσει RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NIV ] ἦσαν γὰρ ἔκφοβοι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἐγένετο WH NIV ] ἦλθεν Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:7 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν Treg NIV RP ] μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 Καὶ καταβαινόντων WH Treg NIV ] Καταβαινόντων δὲ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἐκ WH NIV ] ἀπὸ Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NIV ] διηγήσωνται ἃ εἶδον RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἔφη WH Treg NIV ] ἀποκριθείς εἶπεν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἀποκαθιστάνει WH Treg NIV ] ἀποκαθιστᾷ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἐξουδενηθῇ WH Treg NIV ] ἐξουδενωθῇ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:13 ἤθελον WH Treg NIV ] ἠθέλησαν RP